Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.204 Joseph. AJ 10.210 (English) >>Joseph. AJ 10.215

10.208τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν· 10.209τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ. 10.210ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν. 10.211

δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο· 10.212καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.204 Joseph. AJ 10.210 (English) >>Joseph. AJ 10.215

Powered by PhiloLogic